Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.20 Dem. 34.24 (English) >>Dem. 34.27

34.22ἐξ αὐτοῦ δὴ τοῦ πράγματος λογίσασθε, ἄνδρες δικασταί, παρʼ ὑμῖν αὐτοῖς, ὁπόθεν ἔμελλεν οὗτος ἀποδώσειν τὸ χρυσίον. ἐνθένδε μὲν γὰρ ἐξέπλει οὐκ ἐνθέμενος εἰς τὴν ναῦν τὰ χρήματα καὶ ὑποθήκην οὐκ ἔχων, ἀλλʼ ἐπὶ τοῖς ἐμοῖς χρήμασιν ἐπιδανεισάμενος· ἐν Βοσπόρῳ δʼ ἀπρασίαν τῶν φορτίων κατέλαβεν, καὶ τοὺς τὰ ἑτερόπλοα δανείσαντας μόλις ἀπήλλαξεν. 34.23καὶ οὗτος μὲν ἐδάνεισεν αὐτῷ δισχιλίας δραχμὰς ἀμφοτερόπλουν, ὥστʼ ἀπολαβεῖν Ἀθήνησιν δισχιλίας ἑξακοσίας δραχμάς· Φορμίων δέ φησιν ἀποδοῦναι Λάμπιδι ἐν Βοσπόρῳ ἑκατὸν καὶ εἴκοσι στατῆρας Κυζικηνούς (τούτῳ γὰρ προσέχετε τὸν νοῦν) δανεισάμενος ἐγγείων τόκων. ἦσαν δὲ ἔφεκτοι οἱ ἔγγειοι τόκοι, δὲ Κυζικηνὸς ἐδύνατο ἐκεῖ εἴκοσι καὶ ὀκτὼ δραχμὰς Ἀττικάς. 34.24δεῖ δὴ μαθεῖν ὑμᾶς ὅσα φησὶν χρήματα ἀποδεδωκέναι. τῶν μὲν γὰρ ἑκατὸν εἴκοσι στατήρων γίγνονται τρισχίλιαι τριακόσιαι ἑξήκοντα, δὲ τόκος ἔγγειος ἔφεκτος τῶν τριάκοντα μνῶν καὶ τριῶν καὶ ἑξήκοντα πεντακόσιαι δραχμαὶ καὶ ἑξήκοντα· τὸ δὲ σύμπαν κεφάλαιον γίγνεται τόσον καὶ τόσον. 34.25ἔστιν οὖν, ἄνδρες δικασταί, οὗτος ἄνθρωπος γενήσεταί ποτε, ὃς ἀντὶ δισχιλίων ἑξακοσίων δραχμῶν τριάκοντα μνᾶς καὶ τριακοσίας καὶ ἑξήκοντα ἀποτίνειν προείλετʼ ἄν, καὶ τόκον πεντακοσίας δραχμὰς καὶ ἑξήκοντα δανεισάμενος, ἅς φησιν ἀποδεδωκέναι Φορμίων Λάμπιδι, τρισχιλίας ἐνακοσίας εἴκοσι; ἐξὸν δʼ αὐτῷ ἀμφοτερόπλουν Ἀθήνησιν ἀποδοῦναι τὸ ἀργύριον, ἐν Βοσπόρῳ ἀπέδωκε, τρισὶ καὶ δέκα μναῖς πλέον;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.20 Dem. 34.24 (English) >>Dem. 34.27

Powered by PhiloLogic